Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐξὸν δὲ εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις: τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς, πῦρ ὑφῆψεν: οἱ δὲ, καιόμενοι, Εἰ κρεῶν ὀπτῶν, ἔφασαν, ἐπιθυμεῖς, ὦ Ἀμάχιε, τοῦτο γὰρ ὄνομα ἦν τῷ ἄρχοντι, καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα. Καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι,

ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο. Φασὶ δὲ καὶ Βούσιριν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν. Ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων Ἐγκρατιτῶν, συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων, ὡς νεανιευσάμενον κατὰ τῶν Ἑλληνιστῶν αἰκίζεσθαι ἠβούλετο. Καὶ δημοσίᾳ προαγαγὼν πρὸς τὸ βασανιστήριον ξύλον,

αἰωρεῖσθαι προσέταττεν. Ὁ δὲ Βούσιρις ἀνασχὼν

473
τὼ χεῖρε πρὸς τὴν κεφαλὴν, ἐγύμνωσε τὰς πλευράς: καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον, καὶ πάλιν κατάγοντας: ἑτοίμως γὰρ καὶ δίχα τούτου ἐφ̓ ὅσον βούλεται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς.

Θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων, μᾶλλον τῇ πείρᾳ κατεπλάγη. Αἰκιζόμενος γὰρ ταῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων, καὶ τὰς πληγὰς προθύμως δεχόμενος. Ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος, ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι Ἰουλιανόν: καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω: καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο, καταγνοὺς τῆς προτέρας αἱρέσεως.

Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας, καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν