Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἀγόμενον, καὶ οἷον ἔτι νυμφίον ὄντα. Συμβάλλω δὲ, τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ̓ ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς

474
πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν: οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ, δίκην ἔδοσαν: οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν καταδικασθέντες.

Ὁ δὲ Βασίλειος περὶ τὸ δόγμα σπουδαῖος γεγονὼς, ἐφ̓ ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ Ἀρείου φρονοῦσιν ἀντέπραττε: καὶ διὰ τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν.

Ἐπεὶ δὲ Ἰουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιϊὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο, τῶν οἰκείων ἔχεσθαι δογμάτων, καὶ μὴ τοῖς Ἑλλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι: ἀντ̓ οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμὰς, προσκαίρους ταύτας ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας.

Ταῦτα σπουδάζων, ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς Ἑλληνισταῖς ὢν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη: καὶ μέγα ἀνοιμώξας, ηὔξατο μηδένα Χριστιανὸν τῆς τοιαύτης πειραθῆναι πλάνης. Ἐκ τούτου δὲ συλληφθεὶς, παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους: καὶ

475
πολλὰς βασάνους ὑπομείνας,

παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς, οὐδὲ ὀλίγους μάρτυρας, καὶ ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι: σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας.