Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν, καὶ σαργάνῃ ἐμβαλόντες, πλέγμα δὲ τοῦτο ὁλόσχοινον, εἰς ὕψος ᾖραν. Ἡνίκα δὴ λέγεται, σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν, πρὸς τοὺς Ἀρεθουσίους εἰπεῖν, ὡς αὐτὸς ὑψηλὸς εἴη: τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι τὰ μετὰ ταῦτα.

Λόγος δὲ τὸν τότε ὕπαρχον, Ἑλληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μάρκον τῆς ἐγκρατείας, παρρησιάσασθαι πρὸς τὸν βασιλέα, καὶ μέμψασθαι,

471
ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παῤ ἑνὸς γέροντος, πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου: καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι:

ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. Ὁ μὲν οὖν μακάριος, ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν Ἀρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ἑλληνιστῶν.

Περὶ Μακεδονίου, Θεοδούλου, Γρατιανοῦ, Βουσίριδος, Βασιλείου καὶ Εὐψυχίου, τῶν ἐν ἐκείνοις τοῖς χρόνοις μαρτυρησάντων.

Ἐν δὲ τῷ τότε, καὶ Μακεδόνιος, Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες, ἀνδρείως ἐμαρτύρησαν. Ἐπεὶ γὰρ ἐν Μίσῳ, πόλις δὲ ἥδε Φρυγῶν, τὸν ἐνθάδε νεὼν ἠνέῳξε, καὶ ὑπὸ χρόνων ῥυποῦντα ἐξεκάθῃρεν ὁ τοῦ ἔθνους ἡγούμενος,

νύκτωρ ἐπεισελθόντες, τὰ ἀγάλματα συνέτριψαν. Ὡς αἰτίων δὲ τούτων συλληφθέντων

472
ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων, σφᾶς αὐτοὺς κατεμήνυσαν.