Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ φασὶν, ὡς τῆς ἐν Ἀριμίνῳ συνόδου τῇ προσεδρίᾳ ταλαιπωρουμενης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους, μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ, καθῆκαν τινὰς συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα, διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας: ἐξὸν ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν λέγειν, καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν: ὡς τῶν ἀνὰ τὴν ἕω οὔ ποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη. Τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν, πεισθῆναι τὴν σύνοδον συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον.

Δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις, δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν, καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν

383
Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων νωτοφόρων, προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν:

πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παῤ αὐτῶν γραφὴν, ἐκ τῆς Ῥωμαίων μεταφράσαι φωνῆς, καὶ Ἑλληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις: οὕτω γὰρ συμβήσεσθαι, τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην: μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπὸ τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν Ἀριμίνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν,

ὡς ἀποστρεφομένους τὸ ὄνομα. Ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε: πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ̓ οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν ἰσχυρίζοντο: διεφέροντο δὲ μόνον, οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιοούσιον, τὸν υἱὸν ὀνομάζοντες. Ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν.

384

Περὶ τῶν ἐν ταῖς ἑῴαις ἐκκλησίαις συμβάντων: καὶ ὡς ὁ Μαραθώνιος, καὶ Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μακεδόνιος, ἐξήλαυνον τοὺς τὸ ὁμοούσιον δοξάζοντας. Καὶ περὶ τῆς ἐκκλησίας τῶν Ναυατιανῶν, ὡς μετετέθη: καὶ ὡς μετὰ τῶν ὀρθοδόξων ἐκοινώνουν.

Ἐν ᾧ δὲ τὰ περὶ Ἰταλίαν, ὡς εἴρηται, ἐγίνετο, πρὶν συστῆσαι τὴν ἐν Σελευκείᾳ σύνοδον, μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. Οἱ μὲν γὰρ ἀμφὶ Ἀκάκιον καὶ Πατρόφιλον, ἀφελόμενοι Μάξιμον, τὴν Ἱεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν, καὶ τὰς πέριξ πόλεις ἐτάραττεν: ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος, συλλαβομένους ἔχων Ἐλεύσιον καὶ Μαραθώνιον.

Ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας, καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐπίσκοπον Νικομηδέων κατέστησεν: Ἐλεύσιον

385
δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. Ἄμφω δὲ φασὶν ἀγαθὼ γενέσθαι τὸν βίον: σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν δοξάζοντας,