Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ὁ μὲν τοιάδε ἔγραψε. Πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν, ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι, καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. Καὶ ἀντιβολεῖ μετ̓ εὐνοίας αὐτοὺς ἰδεῖν,

380
καὶ ὧν ἐνετείλατο δἰ αὐτῶν ἐπακοῦσαι, καὶ τὰ γραφέντα ἀναγνῶναι: χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι, τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας: χρῆναι δὲ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλησίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν.

Τοιαῦτα γράψαντες, καὶ ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες, ὀλίγον χρόνον ἐπέμειναν: ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα: ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ

Οὐρσάκιον. Διάφορος δὲ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. Οἱ μὲν γάρ φασι, πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμίνου τῶν ἐπισκόπων ἀποδημίαν, ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ, ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ

381
πίστιν ἐκδιδόναι: τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν: ἀντὶ δὲ τούτων,

ἑτέρους χειροτονεῖν. Ἀδείας δὲ ἐντεῦθεν λαβομένους, βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι: πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν, καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον.

Ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν Ἰταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον. Διϊόντας δὲ τὴν Θρᾴκην, παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους: καὶ συνέδριον ἐνθάδε καθίσαντας, τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ γραφὴν εἰς Ἑλλάδα μεταβαλεῖν φωνὴν, καὶ δημοσιεύσαντες βεβαιῶσαι: καὶ λογοποιεῖν, ὡς ὑπὸ τῆς οἰκουμενικῆς συνόδου, ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη.

Ἐπιτηδὲς δὲ τάδε ἐν Νίκῃ πρᾶξαι, καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν, τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους, καὶ οἰομένους ταύτην εἶναι τὴν

382
ἐν Νικαίᾳ βεβαιωθεῖσαν γραφήν. Ταῦτα μὲν ὧδε λέγουσιν.