Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἀλλ̓ οὐχ ἁπλῶς οὕτως ὡς Μακεδόνιος. Οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει, καὶ δικασταῖς παρεδίδου: τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο: παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων, ἐμυσταγώγει. Οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῆ ἐκκλησίας καθεῖλε, βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους οἴκους τῶν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἶναι ἰσχυριζομένων.

Ἐκ δὴ τῆς τοιαύτης αἰτίας, καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. Ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι: ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο.

Ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον, πανοικὶ

386
συνελθόντες, οἱ μὲν τὰς ὕλας κατέβαλλον: οἱ δὲ εἰς τὰς ἀντίπεραν Συκὰς μετεκόμιζον: καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν: ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες: ἕκαστος γὰρ αὐτῶν, Θεῷ τὸ ἔργον προσφέρων, ὑπερφυῶς προὐθυμεῖτο: ὑπὸ τοιαύτης δὲ σπουδῆς τὸν ἶσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος Ἀναστασία ὠνόμασται.

Τελευτήσαντος γὰρ Κωνσταντίου, διαδεξάμενος Ἰουλιανὸς τὴν βασιλείαν, τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε, καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. Ὃ καὶ ἐγένετο, τοῦ λαοῦ προθύμως συλλαβομένου, καὶ τὰς αὐτὰς ὕλας ἐκ τῶν Συκῶν μετακομίσαντος. Καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν.

Ἐν δὲ τῷ τότε, μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν: ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες, καὶ κοινῇ ἐλαυνόμενοι, καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες, εὖνοι ἀλλήλοις ἦσαν: καὶ εἰς ταὐτὸν συνῄεσάν τε, καὶ συνηύχοντο: τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος

387
οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ Ἀρείου φρονούντων ἀφῄρηντο: καὶ ὡς εἰκὸς, ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι,

κοινωνεῖν ἀλλήλοις ἐβουλεύοντο. Καὶ δὴ τοῦτο ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν.