Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς, ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. Προαναφῄναντος δὲ τοῦ Θεοῦ τὴν ἐπιβουλὴν, φθάσας ἑτέρωθι μετῴκησε. Καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν,

338
ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεισαν. Οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως, κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων Ἀθανάσιον: ἀλλ̓ ὡς ἀπειθεῖς προστάξεσι βασιλέως, καὶ περὶ πολιτείαν ἁμαρτάνοντας, εἰς δικαστήριον εἷλκον.

Καὶ παραπλησίου δ̓ αὖ καὶ ἄλλοτε ἐπὶ Ἀθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον. Ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτο τινῶν, ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. Προμαθὼν δὲ θεόθεν τὴν δίωξιν, ἐξήγγειλε τοῖς συμπλέουσι, καὶ ἀναστρέφειν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐκέλευσεν. Ἐν δὲ τῷ καταπλεῖν, τοὺς ἐπιβούλους παραμείψας, ἐπὶ τὴν πόλιν διεσώθη, καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων,

ἀσφαλέστερον ἐλάνθανεν. Ἐκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παῤ αὐτοῦ, διεβάλλετο παρὰ τῶν ἐναντίων Ἑλλήνων

339
τε καὶ ἑτεροδόξων, ὡς γοητείαις ταῦτα κατορθῶν.

Λόγος οὖν, ποτὲ προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν, συμβὰν οὕτως ἐφιπταμένην κρῶξαι κορώνην: παρατυχὸν δὲ πλῆθος Ἑλλήνων, οἷα εἰς γόητα ἀποσκῶπτον, ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς ὅ, τι λέγοι ἡ κορώνη. Τὸν δὲ φᾶναι, ἠρέμα ἐπιγελάσαντα, Κράς: ὅ ἐστιν αὔριον τῇ Ῥωμαίων φωνῇ: τοῦτο τοίνυν κράζουσα, ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι καταγγέλλει: σημαίνει γὰρ ἐκ προστάγματος τοῦ Ῥωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς τὴν ἑξῆς ἑορτὴν ἄγειν.

Ἡ δὲ Ἀθανασίου πρόρρησις, καίπερ γελοιώδης δόξασα, ἀληθὴς ἐφάνη: τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι, παρακελευόμενα μὴ συγχωρεῖν τοὺς Ἕλληνας τοῖς ναοῖς προσβάλλειν, μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν: καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα, καὶ πολυτελὴς Ἕλλησιν.

Ὡς μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. Ἐπεὶ δὲ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει αὐτοῦ παραγενομένους,

340
ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ̓ αὐτοῦ κλῆρος καὶ λαὸς, τὰς ἐκκλησίας κατέχοντες: εἰς ὅτε δὴ ὁ Αἰγύπτου ὕπαρχος, καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιωτῶν, ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους, παρέδωκαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον.