Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο, καὶ τὰς ἐκκλησίας ὑφ̓ ἑαυτὸν εἶχε. Βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέων ἐπιτηδεύων κρατεῖν, καὶ πρὸς μὲν πάντας φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς Ἀθανάσιον ἐπαινοῦντας ἀπηνὴς, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα τύραννος ἐνομίζετο.

Ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι, κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος, ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχρήσαντο. Καὶ ὁ μὲν ὧδε κινδυνεύσας, μόλις διεσώθη, καὶ πρὸς βασιλέα φεύγει.

Οἱ δὲ τὰ Ἀθανασίου φρονοῦντες, τὰς ἐκκλησίας κατέσχον. Ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. Παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς,

341
πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. Μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων, ἀποσταλεὶς τιμωρῆσαι, πολλοὺς Ἀλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο.

Μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε, φοβερώτερος ἐκ τῶν εἰρημένων, ὡς εἰκὸς, γεγενημένος, καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς, καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο, καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν, καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν.

Περὶ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης, δἰ ἃς αἰτίας ἐξόριστος ὑπὸ Κωνσταντίου ἐγένετο: καὶ περὶ τοῦ μετ̓ αὐτὸν γεγονότος Φίληκος.

Τάδε μὲν ὧδε ἐφεξῆς, οὐ κατὰ τὸν αὐτὸν καιρὸν, Ἀθανασίῳ τε καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ συνέβη, μετὰ τὴν Κώνσταντος τελευτήν. Σαφηνείας δὲ χάριν

342

ταῦτα, συλλήβδην ἐνταῦθα διηγησάμην. Ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου, τοὺς μὲν, ἀντειπόντας τοῖς κατὰ Ἀθανασίου σπουδάζουσιν, ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς, φυγὴν αὐτῶν καταδικάσας, περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα, καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. Ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσπης, ἠπόρει μὲν ὅ, τι ποιήσει: