Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀποπλευσάντων δὲ αὐτῶν, μετ̓ οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο, καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. Ἐπὶ δὲ τούτῳ αὐτὸς Ἀθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν, καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ, ἑτεροδόξῳ ὄντι, ἀσφαλὲς νομίζοντες, οὔτε ἀπειθεῖν ἀκίνδυνον. Ἐκράτει δὲ ὅμως μένειν: καὶ ὁ τὰ γράμματα κομίσας, ἄπρακτος ἀνέστρεφε.

Τῷ δὲ ἐπιγενομένῳ θέρει, παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι, κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως, καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν: ἀναθαρσήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας, συντεταγμένους πρὸς πόλεμον ἰδὼν,

καὶ οὕτως οὐδὲν ἀνύσας, ἐξεδήμησεν ἐντεῦθεν. Οὐ

336
πολλοῦ δὲ διαγενομένου χρόνου, μετακαλοῦνται ἐξ Αἰγύπτου καὶ Λιβύης στρατιαὶ, ἃς λεγεῶνας Ῥωμαῖοι καλοῦσι. Καὶ ἐπεὶ ἐμηνύθη κρύπτεσθαι Ἀθανάσιον κατὰ τὴν Θεωνᾶ καλουμένην ἐκκλησίαν, παραλαβὼν στρατιώτας ὁ τῶν τῇδε ταγμάτων ἡγεμὼν, καὶ Ἱλάριος ὃς ἐκ βασιλέως πάλιν ἀφίκετο τάδε ἐπιταχύνων, ἀπροσδοκήτως ἀωρὶ κλάσας τὰς θύρας, εἰς τὴν ἐκκλησίαν εἰσῆλθε: πανταχῆ τε ἐπιζητήσας, οὐ κατέλαβεν ἔνδοθεν Ἀθανάσιον.

Λέγεται γὰρ ὡς πολλάκις ὑπὸ θείων μνημάτων πολλοὺς καὶ ἄλλους κινδύνους διέφυγε, καὶ τήνδε τὴν ἔφοδον Θεὸν αὐτῷ προαναφῇναι. Αὐτίκα τε ἐξῄει, καὶ τοὺς στρατιώτας τὰς θύρας καταλαβεῖν τῆς ἐκκλησίας, ἀκαριαίῳ τινὶ χρόνῳ τῆς αὐτοῦ συλλήψεως ὑστερήσαντας.

Ὡς διαφόρως ἐπιβουλευθεὶς Ἀθανάσιος παρὰ τῶν Ἀρειανῶν, θεόθεν ὡς θεῖος ἀνὴρ προμηνυομένους διαφόρους κινδύνους διέδρασε: καὶ οἷα κακὰ ὑπὸ Γεωργίου οἱ ἐν Αἰγύπτῳ ἔπαθον, Ἀθανασίου ὑποχωρήσαντος.

Ἔοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε, καὶ τρανῶς προεώρα τὸ μέλλον.

337
Θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσομένων εἴδησιν.

Οὕτω γοῦν ἡνίκα τὸ πρῶτον, ἔτι Κώσταντος περιόντος, κακουργεῖν αὐτὸν ἐβούλετο ὁ βασιλεὺς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο: καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. Συνῄδει δὲ οὐδεὶς ἢ παῤ οἷς ἐλάνθανε, καὶ θεράπαινα τούτῳ πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ διακονοίη.