Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Εἰ δὲ μὴ ταῦτα οὕτω πιστεύομεν, καὶ ἀποδεχόμεθα ἀληθῶς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, ὡς κατὰ πάντα πιστεύομεν, κριτὴς ἡμῶν ἔσται ὁ Θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ.

Διὸ παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε

200
ἡμῶν βασιλεῦ, ἐκκλησιαστικοὺς ἡμᾶς ὄντας, καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ τῶν ἁγίων γραφῶν ἔχοντας, ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδὴ, περιῃρημένων τῶν ζητημάτων, καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν: ἵνα καὶ ἡμεῖς καὶ ἡ ἐκκλησία μετ̓ ἀλλήλων εἰρηνεύοντες, τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασιλείας, καὶ παντὸς τοῦ γένους σου, κοινῇ πάντες ποιώμεθα.

Ταύτης τῆς πίστεως τὴν γραφὴν, οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι, καὶ τὸ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς Ἀρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων ἐπαμφοτερίζειν, καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν.

Ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν Ἄρειόν τε καὶ Εὐζώϊον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, ἥσθη τῷ πράγματι. Οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν, εἰς κοινωνίαν αὐτοὺς δέξασθαι, πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων, κατὰ τὸν

201