Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

νόμον τῆς ἐκκλησίας. Πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν Ἱεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως: φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ̓ αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες, ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ̓ αὐτοῖς κεκριμένοις, μεταμεληθεῖεν.

Καιροῦ δὲ λαβόμενοι πάλιν ταῦτα σπουδάζοντες, προφάσει τῶν βασιλέως γραμμάτων, ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. Καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν, καὶ τῇ ἐκκλησίᾳ Ἀλεξανδρείας, καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν,

202
καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. Καὶ τὰ μὲν ὧδε ἐν Ἱεροσολύμοις ἐσπουδάζετο.

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον: καὶ ἐξορία τοῦ ἁγίου Ἀθανασίου ἀπὸ τῆς ἐπιθέσεως τῶν Ἀρειανῶν.

Ἀθανάσιος δὲ φεύγων ἐκ Τύρου, εἰς Κωνσταντινούπολιν ἦλθε: καὶ προσελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρατο, παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων: καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντῖνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν, τάδε ἔγραψεν τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις.

Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου καὶ χειμῶνος κριθέντα: δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν, ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ

203