Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ, τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν, ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος: καὶ ὅρκον ὤμοσεν, ἢ μὴν ὧδε πιστεύειν, καὶ κατὰ νοῦν ταῦτα φρονεῖν, καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. Ἔχει δὲ ὧδε.

Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Κωνσταντίνῳ, Ἄρειος καὶ Εὐζώϊος πρεσβύτεροι. Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτιθέμεθα τὴν ἑαυτῶν πίστιν ἐγγράφως: ὁμολογοῦμεν ἐπὶ Θεοῦ οὕτω πιστεύειν, καὶ αὐτοὶ καὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.

Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, καὶ εἰς Κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννημένον

199
Θεὸν λόγον, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς: τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα, καὶ παθόντα καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς ἅγιον Πνεῦμα, καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν ἐκκλησίαν καθολικὴν τοῦ Θεοῦ, τὴν ἀπὸ περάτων ἕως περάτων.

Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων, λέγοντος τοῦ Κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.