Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

εἰς φθόνον κατέστησαν. Καὶ πρὸς ἀλλήλους ἐσπείσαντο, καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς

171
τὸν κλῆρον Ἀλεξανδρείας. Ἐπιμίξ τε πρὸς οὓς διελέγοντο, τὰ ἐγκλήματα προέφερον, καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου, Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ Ἀρείου φρονοῦντας: καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο: Ἀρειανοὶ δὲ ὁμοίως Ἀρείῳ περὶ Θεοῦ ἐδόξαζον.

Ἀλλ̓ ὅμως ἰδίᾳ τὰ παῤ ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. Τῷ δὲ χρόνῳ, ὡς εἰκὸς, ἐκ τῶν περὶ ταῦτα διαλέξεων, ἕξιν λαβόντες τῶν Ἀρείου δογμάτων, ὁμοίως περὶ Θεοῦ ἐδόξαζον. Ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν Ἄρειον: καὶ λαοὶ καὶ κλῆροι, τῆς πρὸς ἀλλήλους ἀπεσχίζοντο κοινωνίας.

Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι, καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ Ἑλλησποντίοις καὶ ἐν τῇ Κωνσταντίνου πόλει αὖθις ἀνερριπίζετο τὰ περὶ τῶν Ἀρείου δογμάτων. Ἀμέλει τοι λέγεται,

172
ὡς Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας, παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν τῆς ἐν Νικαίᾳ συνόδου, ἀπήλειψαν τὰς αὐτῶν ὑπογραφάς: καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν διδάσκειν, μὴ χρῆναι ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν.