Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον, ὧδε ἄντικρυς πρὸς βασιλέα παρρησιάσασθαι καὶ εἰπεῖν, ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς οὐσίας ἑκάτερον. Ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς: οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι τὰς τοιαύτας ζητήσεις, παῤ ἐλπίδα αὖθις ἀνακινουμένας ἑώρα.

Οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος, Ἀλεξανδρεῦσι τισὶ κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετήρηκεν ὡς μὴ ὀρθῶς δοξάζοντας: αὐτὸς δὲ ὡς αἰτίους διχονοίας, καὶ ἐπὶ τούτῳ τῆς πατρίδος ἐκδημοῦντας, ἐκπεμφθῆναι προσέταξεν. Ἐκ ταύτης δὲ τῆς αἰτίας εἰσὶν οἳ λέγουσιν

173
ὀργισθέντα τὸν βασιλέα, καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα.

Οἷα κατὰ τοῦ ἁγίου Ἀθανασίου οἱ Ἀρειανοὶ καὶ οἱ Μελιτιανοὶ συσκευάσαντες, οὐδὲν ἤνυσαν.

Ἀθανασίῳ δὲ τῶν ἐπιγενομένων δυσχερῶν πρῶτοι γεγόνασιν αἴτιοι. Πλείστην γὰρ ἔχοντες παρὰ βασιλεῖ παρρησίαν καὶ δύναμιν, τὸν Ἄρειον μὲν ὡς ὁμόδοξον καὶ φίλον, κατάγειν εἰς τὴν Ἀλεξάνδρειαν ἐσπούδαζον: τὸν δὲ, τῆς ἐκκλησίας ἐκβαλεῖν, ὡς ἐναντίον αὐτοῖς γινόμενον. Διαβάλλουσιν οὖν αὐτὸν πρὸς Κωνσταντῖνον, ὡς στάσεων καὶ θορύβων αἴτιον τῇ ἐκκλησίᾳ γενόμενον, καὶ εἵργοντα τοὺς βουλομένους εἰς τὴν ἐκκλησίαν εἰσιέναι, ἐξὸν πάντας ὁμονοεῖν, εἰ τοῦτο μόνον συγχωρηθείη.