Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ, Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονεικία.

170
Ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν, ἡ μὲν Ἀρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι Ἀλεξάνδρῳ εἰς Αἴγυπτον, παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ̓ ἑαυτὸν ἐποιήσατο,

καὶ ἐν τῇ Λυκῷ διῆγε. Μετ̓ οὐ πολὺ δὲ μέλλων τὸν βίον καταλιμπάνειν, Ἰωάννην τινὰ τῶν αὐτῷ συνήθων, παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κατέστησεν ἀντ̓ αὐτοῦ, καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο.

Ἰδόντες δὲ οἱ Ἀρείου τοὺς Μελιτίου νεωτερίζοντας, συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. Οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν Ἀρείου δόξαν ἐθαύμαζον: οἱ δὲ ἐδικαίουν, τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. Πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθόλου ἐκκλησίας,