Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Κωνσταντῖνος δὲ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις, τὴν Χριστιανῶν σέβειν θρησκείαν, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν: θεῖον δὲ νοεῖν μόνον, ὃ καὶ ὄντως ἐστὶ, καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. Τάδε μὲν γὰρ σπουδάζουσιν, ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι: καὶ ἅπερ ἂν ἐγχειρῶσι, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾷν: τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσι, κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν.
Χάριν τε ὁμολογῶν οὐ κομπάζων λέγειν ἰσχυρίζεται, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ Θεὸς τῆς αὐτοῦ βουλήσεως, ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης, μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία,
Τοιαῦτα ἀναγορεύσας, καὶ ἄλλα μυρία διεξελθὼν, δἰ ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν: ἄφεσίν τε ἔχειν πάντας ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν, ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν, ἢ μετάλλοις ἐμπονεῖν, ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν, ἢ βουλευτηρίοις ἐναριθμεῖσθαι, μὴ βουλευταὶ ὄντες πρότερον: ἀτίμοις δὲ γενομένοις, τὴν ἀτιμίαν ἔλυσε.
Τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν, ἐν γνώμῃ εἴασεν, ἢ ἐφ̓ οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. Ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. Εἰ δέ