Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πρὸς τούτοις δὲ, οἷα φιλεῖ γίνεσθαι, πάλιν εἰς μάχην καθίστασθαι μέλλων Κωνσταντίνῳ, τοῦ προσδοκωμένου πολέμου πρόνοιαν ἐποιεῖτο, διά τε σφαγίων καὶ μαντειῶν: καὶ ὑπαχθείς τισιν ὑπισχνουμένοις αὐτῷ κρατήσειν, εἰς Ἑλληνισμὸν ἐτράπη.

Ἀμέλει τοίνυν καὶ Ἕλληνές φασιν αὐτὸν τότε ἀποπειραθῆναι τοῦ ἐν Μιλήτῳ μαντείου τοῦ Διδυμαίου Ἀπόλλωνος: ἐρομένῳ δὲ αὐτῷ περὶ τοῦ πολέμου, χρῆσαι τὸ δαιμόνιον τουτουσὶ τοὺς Ὁμηρικοὺς στίχους. Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί: Σή τε βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει.

35

Ἐκ πολλῶν οὖν καὶ ἄλλων ἔδοξέ μοι, τὸ δόγμα τῶν Χριστιανῶν Θεοῦ προνοίᾳ συνίστασθαι, καὶ εἰς τοσαύτην παρελθεῖν ἐπίδοσιν, οὐχ ἥκιστα δὲ ἐκ τῶν τότε γενομένων. Μέλλοντι γὰρ ἤδη Λικιννίῳ διώκειν πάσας τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας, συνίσταται ὁ ἐν Βιθυνίᾳ πόλεμος, ὃν τελευταῖον ἐπολέμησαν πρὸς ἀλλήλους αὐτός τε καὶ Κωνσταντῖνος.

Τοσαύτῃ δὲ θείᾳ ῥοπῇ ἐχρήσατο Κωνσταντῖνος, ὡς κατὰ γῆν καὶ θάλασσαν κρατῆσαι τῶν ἐναντίων: ἀποβαλόντα δὲ Λικίννιον τὸ πεζὸν καὶ τὸ ναυτικὸν, ἑαυτὸν ἐν Νικομηδείᾳ προδοῦναι, καὶ ἰδιώτην ἐπί τινα χρόνον διαγαγεῖν ἐν Θεσσαλονίκῃ, κἀκεῖσε ἀναιρεθῆναι. Ἄνδρα ταπρῶτα τῆς ἡγεμονίας ἐν πολέμοις καὶ τοῖς ἄλλοις εὐδοκιμώτατον γενόμενον, καὶ τῷ γάμῳ τῆς ἀδελφῆς Κωνσταντίνου τετιμημένον, εἰς τοῦτο δὲ καταστάντα τέλους.

36