Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε μὲν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε, καὶ νόμῳ ἐκυρώθη, ἀμέλλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς Ῥωμαίων ἀρχὰς ἐπετρόπευον: καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν, ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι, ἢ ξόανα ἀνατιθέναι, ἢ Ἑλληνικὰς ἄγειν ἑορτάς. Πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν, ἠμείβετο τῆς ἀρχαιότητος. Ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας Ἑλληνικοὺς ναοὺς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων ἡ ἐπίδοσις.

Παρὰ δὲ Ῥωμαίοις

39
τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα. Παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν Ἡλίου πόλιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους, πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νομίμῳ γάμῳ συνοικεῖν εἰώθεσαν,

μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου μίξεως. Τῶν δὲ εὐκτηρίων οἴκων, οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ, εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο: ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίου ἐδημιουργοῦντο. Τὰ δὲ χρήματα, ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς, γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ, τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν.

Εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς, συνεπεδίδου ἡ θρησκεία. Ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίννιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι, καὶ τῶν καλουμένων

40
Γότθων, καὶ τὸ τελευταῖον, ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς.