Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί.
- οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο,
- ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς
- ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα
- τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·
- τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι
- πίπτεν ὁμῶς ἵπποισιν· ὁ δʼ ἑσπόμενος κεράϊζεν.
- ἔνθʼ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ
- ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς
- ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ
- ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν.
- ἔγκατα δʼ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ
- ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα.
- εἶλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας
- δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δʼ ὑπὸ λαιμόν,
- καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν.
- ἄλλους δʼ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους
- ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο
- χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα·
- ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι