Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν
- ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης
- ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν·
- ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος,
- Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων
- ἄλλοι τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο
- προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς
- Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ
- ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον
- χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων
- ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.
- ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
- ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
- αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε,
- φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
- κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
- αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
- σεύεσκεν μάστιγι ποτὶ κλόνον· δἱ δʼ ἐπέτοντο
- ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
- οἶος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης