Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ
- θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ
- μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν.
- ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης
- δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην,
- ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν
- σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα
- πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ·
- ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ
- ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι.
- καί ῥʼ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δʼ ἐφέβοντο
- εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω
- Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο·
- ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου
- δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες
- κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος
- ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς
- αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δʼ ἄλλον
- δάμναται, ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ·
- ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα