Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα
  2. ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν
  3. ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες
  4. ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν
  5. παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν
  6. οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς.
  7. οἱ δʼ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες
  8. γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι
  9. μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ
  10. κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.
  11. Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα
  12. [Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο
  13. ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα·
  14. δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα
  15. υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν·
  16. ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον
  17. ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων
  18. εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων.
  19. καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων
  20. ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ