Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
  2. πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
  3. ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
  4. ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
  5. ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
  6. ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
  7. ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
  8. Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
  9. καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
  10. ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
  11. τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
  12. Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
  13. δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
  14. ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
  15. ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
  16. πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
  17. ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.
  18. ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
  19. ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
  20. ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχἐ ἀπούρας