Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
  2. δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
  3. λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
  4. ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
  5. οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
  6. σύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
  7. ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
  8. ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς,
  9. ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
  10. οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
  11. καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
  12. θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ
  13. κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
  14. ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
  15. ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου—
  16. ---
  17. οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
  18. οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν
  19. μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
  20. ἠλιβάτων ἀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν
  21. θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ