Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
  2. αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
  3. ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο
  4. ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
  5. ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
  6. νόσφι Διὸς μεγάλοιο, ὁ δʼ ἐσσύμενος ποτὶ γαῖαν
  7. δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
  8. ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
  9. δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·
  10. πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ.
  11. ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι
  12. ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·
  13. ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
  14. χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
  15. ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
  16. ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι
  17. κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
  18. καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
  19. πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
  20. εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων