Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
  2. Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
  3. ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
  4. πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
  5. χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
  6. καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
  7. χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
  8. ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
  9. τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
  10. ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
  11. ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
  12. ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
  13. ἄσχετον υἱ̓͂ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
  14. θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
  15. ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
  16. ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
  17. σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
  18. ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
  19. ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
  20. ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι