Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ·
- ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
- δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα
- ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
- ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
- ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις;
- ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
- τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
- ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
- εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
- υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα
- σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
- καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
- εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
- ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
- οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα,
- οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
- ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
- νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
- καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο