Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου
  2. Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσʼ Ἐρυλάῳ.
  3. Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο
  4. Ἀντίφῳ αἷψʼ ἐπόρουσεν· ὁ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν
  5. ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν
  6. ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν
  7. ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος
  8. ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
  9. Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ
  10. αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος·
  11. ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου
  12. οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
  13. κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ
  14. δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
  15. μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
  16. υἱὸς Ἀχιλλῆος. τώ δʼ ἄμφω δούρατα μακρὰ
  17. ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες·
  18. Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε·
  19. τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
  20. ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν·