Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης.
- Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα
- ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον
- ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο,
- καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες
- Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος,
- πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο
- αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.
- ἄλλος δʼ ἄλλον ἔπεφνε κατὰ μόθον· ἐν δʼ ἄρα τοῖσιν
- Εὐρύπυλος πολέεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
- δυσμενέσιν· πρῶτον δὲ μενεπτόλεμον κατέπεφνεν
- Εὔρυτον, αὐτάρ ἔπειτα Μενοίτιον αἰολομίτρην,
- ἀντιθέους ἑτάρους Ἐλεφήνορος· ἀμφὶ δʼ ἄρα σφὶν
- Ἅρπαλον, ὅς ῥʼ Ὀδυσῆος ἐΰφρονος ἔσκεν ἑταῖρος·
- ἀλλʼ ὁ μὲν οὖν ἀπάτερθεν ἔχεν πόνον, οὐδʼ ἐπαμύνειν
- ἔσθενεν ᾧ θεράποντι δεδουπότι· τοῦ δʼ ἄρʼ ἐταῖρος
- Ἄντιφος ὀβριμόθυμος ἀποκταμένοιο χολώθη,
- καὶ βάλεν Εὐρυπύλοιο καταντίον· ἀλλά μιν οὔτι
- οὔτασεν, οὕνεκά οἱ κρατερόν δόρυ τυτθὸν
- ἔμπεσε Μελανίωνι δαΐφρονι, τόν ποτε μήτηρ