Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο.
- κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα,
- ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο
- Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν
- πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται.
- εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα·
- τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα,
- τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας·
- δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι
- Τρώων· οἱ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι
- θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατʼ ἀϋτμὴ
- ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο·
- ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.
- Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην
- πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
- ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός.
- Τυδείδης δʼ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τʼ ἔναιε
- Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται
- εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν.
- ἔνθʼ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδʼ ὅ γε Θρῄκην