Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
  2. ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ
  3. τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
  4. τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου
  5. τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι.
  6. ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
  7. πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
  8. ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
  9. οὐ μὲν ἄρʼ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
  10. οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν
  11. ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
  12. μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
  13. δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται
  14. ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας
  15. οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου
  16. ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
  17. πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
  18. ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
  19. οὐκ εἰκώς. [*](Zimmermann, for ou)/ti e(kw/n and a)nqrw/poisi of v.) ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο· [*](Zimmermann, for ou)/ti e(kw/n and a)nqrw/poisi of v.)
  20. τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι