Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
  2. ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
  3. πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
  4. αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος
  5. ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω
  6. παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι
  7. εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
  8. αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
  9. κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
  10. ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι
  11. σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι,
  12. εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
  13. νισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
  14. λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
  15. πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.
  16. ὣς φάθʼ· ὁ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν
  17. ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
  18. ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
  19. ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν
  20. οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα