Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος [*](Zimmermann, for ai)o/lon ei)=dos of v.)
  2. ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
  3. εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
  4. ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
  5. παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
  6. ζωέμεν. ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ
  7. θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
  8. ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
  9. ψυχάς, [*](Restored by Zimmermann from P.) ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δʼ ἄμφω
  10. σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι,
  11. καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
  12. κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.
  13. ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
  14. παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
  15. ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα·
  16. ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
  17. ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
  18. Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
  19. χερσὶν ὑπʼ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
  20. δάμνατο δήϊα φῦλα· νεκρῶν δʼ ἐστείνετο γαῖα