Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σὺν δέ οἱ ἄλλοι ἔβαν μέγα μαιμώωντες Ἄρηι·
- εὗρον δʼ Εὐρύπυλον κρατερόφρονα, τῷ δʼ ἅμʼ ἑταίρους
- πύργῳ ἐπεμβεβαῶτας, ὀϊομένους περὶ θυμῷ
- ῥήξειν τείχεα μακρὰ καὶ Ἀργείους ἀπολέσσειν
- πανσυδίῃ· τοῖς δʼ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ·
- ἀλλά σφεας Ὀδυσεύς τʼ ἠδὲ σθεναρὸς Διομήδης
- ἰσόθεός τε Νεοπτόλεμος δῖός τε Λεοντεὺς
- ἄψ ἀπὸ τείχεος ὦσαν ἀπειρεσίοις βελέεσσιν.
- ὡς δʼ ὅτʼ ἀπὸ σταθμοῖο κύνες μογεροί τε νομῆες
- κάρτεϊ καὶ φωνῇ κρατεροὺς δεύουσι λέοντας
- πάντοθεν ἐσσύμενοι, τοὶ δʼ ὄμμασι γλαυκιόωντες
- στρωφῶντʼ ἔνθω καὶ ἔνθα λιλαιόμενοι μέγα θυμῷ
- πόρτιας ἠδὲ βόας μετὰ γαμφηλῇσι λαφύξαι,
- ἀλλὰ καὶ ὣς εἴκουσι κυνῶν ὑπὸ καρτεροθύμων
- σευόμενοι, μάλα γάρ σφιν ἐπαΐσσουσι νομῆες·
- βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
- ---
- οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
- Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
- μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ