Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
  2. αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
  3. ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
  4. σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα
  5. ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς
  6. τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
  7. ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
  8. ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
  9. μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν
  10. ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται
  11. ἱέμενοι σκύμνοισι φόνον στονόεντα βαλέσθαι
  12. ἐσσυμένως, τοὶ δʼ οὔτι βιαζόμενοι βελέεσσι
  13. χάζοντʼ, ἀλλὰ μένοντες ἀμύνουσιν τεκέεσσιν·
  14. ὥς οἵ ἀμυνόμενοι νηῶν ὕπερ ἠδὲ καὶ αὐτῶν
  15. μίμνον ἐν ὑσμίνῃ· τοῖς δʼ Εὐρύπυλος θρασυχάρμης
  16. ἠπείλει μέγα πᾶσι νεῶν προπάροιθε θοάων·
  17. ἆ δειλοὶ καὶ ἄναλκιν ἐνὶ φρεσὶ θυμὸν ἔχοντες,
  18. οὐκ ἄν δὴ βελέεσσι νεῶν ἄπο ταρβήσαντα
  19. ἠλάσατʼ, εἰ μὴ τεῖχος ἐμὴν ἀπέρυκεν ὁμοκλήν·
  20. νῦν δέ μοι εὖτε λέοντι κύνες πτώσσοντες ἐν ὕλῃ