Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ
  2. νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
  3. ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος·
  4. ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
  5. ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι
  6. ἐλπόμενοι στονόεντος ἀναπνεύσειν καμάτοιο.
  7. ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέος εὖτε λέοντος,
  8. ὅς τε κατʼ οὔρεα μακρὰ μέγʼ ἀσχαλόων ἐνὶ θυμῷ
  9. ἔσσυται ἀγρευτῇσιν ἐναντίον, οἵ τέ οἱ ἤδη
  10. ἄντρῳ ἐπεμβαίνωσιν ἐρύσσασθαι μεμαῶτες
  11. σκύμνους οἰωθέντας ἑῶν ἀπὸ τῆλε τοκήων
  12. βήσσῃ ἐνὶ σκιερῇ, ἑ δʼ ἄρʼ ὑψόθεν ἔκ τινος ἄκρης
  13. ἀθρήσας ὀλοοῖσιν ἐπέσσυται ἀγρευτῇσι
  14. σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς·
  15. ὥς ἄρα φαίδιμος υἱὸς ἀταρβέος Αἰακίδαο
  16. θυμὸν ἐπὶ Τρώεσσιν ἐϋπτολέμοισιν ὄρινεν·
  17. οἴμησεν δʼ ἄρα πρῶτον, ὅπῃ μάλα δῆρις ὀρώρει
  18. ἄμ πεδίον· τῇ γάρ φρεσὶν ἔλπετο [*](Zimmermann, for σφισιν ἔπλετο of Koechly.) τεῖχος Ἀχαιῶν
  19. ῥηίτερον δηΐοισι κατὰ κλόνον ἐσσυμένοισιν,
  20. οὕνεκʼ ἀκιδνοτέρῃσιν ἐπάλξεσιν ἠρήρειστο.