Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
  2. ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
  3. δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
  4. αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
  5. δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
  6. κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
  7. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
  8. καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
  9. Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
  10. καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα
  11. φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
  12. πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
  13. Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
  14. ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
  15. Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
  16. καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
  17. πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
  18. ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
  19. ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
  20. ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι