Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε·
  2. τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται
  3. Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι,
  4. ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης,
  5. καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην;
  6. νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα
  7. οἶδας, ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ·
  8. ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι,
  9. μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται
  10. σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω
  11. ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο·
  12. οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον,
  13. ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων
  14. ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ,
  15. τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν
  16. δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι·
  17. τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα,
  18. μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται
  19. εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν·
  20. οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν,