Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός,
  2. χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο·
  3. αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας,
  4. κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας·
  5. τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο
  6. χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός.
  7. ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα·
  8. θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην·
  9. οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπʼ ἄρεϊ δάμναται ἀνήρ·
  10. εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν,
  11. τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.
  12. ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης,
  13. καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
  14. ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς,
  15. οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὣς
  16. καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης
  17. λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου.
  18. ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι
  19. ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ
  20. πλαζόμεθʼ ἄνθρωποι ἐπʼ ἀπείριτα νῶτα θαλάσσης