Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο·
  2. ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν
  3. οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος
  4. ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω
  5. εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος
  6. παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται
  7. δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα,
  8. ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος
  9. πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ.
  10. τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα
  11. παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν,
  12. μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.
  13. Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων
  14. καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια·
  15. αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα
  16. ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα·
  17. ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα
  18. πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ
  19. οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι·
  20. ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον