Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
  2. ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
  3. νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,
  4. οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
  5. ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.
  6. ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον·
  7. καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν,
  8. εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ
  9. τηκομένην δʼ , ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσιν
  10. Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο·
  11. ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ·
  12. καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες
  13. ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν
  14. μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου·
  15. χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ,
  16. ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη,
  17. καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ.
  18. αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν
  19. πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον
  20. εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης