Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν
  2. δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
  3. καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
  4. τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
  5. ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
  6. ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
  7. ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
  8. εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
  9. κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον
  10. αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
  11. ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
  12. δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
  13. οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
  14. Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
  15. κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
  16. κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
  17. οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
  18. Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
  19. τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν
  20. ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·