Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
  2. κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
  3. Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
  4. ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
  5. ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
  6. Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε.
  7. κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν·
  8. ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
  9. τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον,
  10. οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
  11. νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
  12. ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
  13. ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
  14. οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ
  15. φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
  16. κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην.
  17. πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
  18. ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
  19. Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
  20. νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην