Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
- ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
- σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
- ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
- τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
- Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα
- πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
- πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
- λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω
- ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
- ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
- Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
- ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
- καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
- εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
- ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
- ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
- ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα
- Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·
- ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας·