Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἧστο παρʼ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
  2. ἕλκἐ ἀκειόμενος. περὶ δʼ ἔντεα δύσατο πάντα
  3. θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
  4. σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι
  5. ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα
  6. λάβρον ὑπὸ κραδίῃ· τάχα δʼ ἔνθορε δυσμενέεσσι
  7. χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων·
  8. εἶλε δʼ ἄρʼ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
  9. κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
  10. Παρθενίου, ὅς τʼ εἶσι διὰ χθονὸς ἠΰτʼ ἔλαιον
  11. πόντον ἐπʼ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
  12. ἄλλον δʼ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
  13. Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
  14. Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
  15. ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
  16. ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται
  17. οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
  18. ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
  19. ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
  20. λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ