Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
  2. δῆρις ἐνὶ μέσσοισιν· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὀρώρει.
  3. ἀλλʼ οὐδʼ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
  4. Νιρῆός δʼ, ὃς κεῖτο παραυτόθι· τὸν δʼ ἐνόησεν
  5. ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν·
  6. αἶψα δʼ ὅ γʼ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
  7. ἔσσυσθʼ, Ἀργεῖοι, μηδʼ εἴκετε δυσμενέεσσιν
  8. ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετʼ ὄνειδος,
  9. αἴ κε Μαχάονα δῖον ἅμʼ ἀντιθέῳ Νιρῆι
  10. Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
  11. ἀλλʼ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
  12. ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
  13. κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
  14. οἶσιν ἀμυνέμεναι, μηδʼ ἄλλοις κύρμα λιπέσθαι· [*](Zimmermann, for dhi/ois mh\ ku/rma gene/sqai, sith lacuna, of Koechly.)
  15. οὐ γὰρ ἀνιδρωτί γε μετʼ ἀνδράσι κῦδος ἀέξει.
  16. ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
  17. πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες
  18. μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει.
  19. ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε
  20. βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν