Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
  2. λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
  3. αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
  4. ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναί,
  5. ἱστοί τʼ ἠλακάται τε, καὶ ἄλλʼ ὅσα τεχνήεντα
  6. ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
  7. εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
  8. τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τʼ ἄνοδοί τε,
  9. ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
  10. πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
  11. τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
  12. ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
  13. ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
  14. μέχρις ἐπʼ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον·
  15. ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
  16. τῶνδʼ αὖτʼ ἀμφὶ Μαχάονʼ ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα [*](Zimmermann, for ἀμφὶ Μαχάονα δῖον, with lacuna, of Koechly.)
  17. μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
  18. ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
  19. πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
  20. παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς