Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται
  2. σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ
  3. νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
  4. ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
  5. τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
  6. ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου
  7. σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
  8. οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.
  9. ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
  10. Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
  11. ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
  12. Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.[*](Zimmerman, for ῥέζεις of n.)
  13. ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω·
  14. τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
  15. νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
  16. ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
  17. σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
  18. ζώομεν ἤματα πάντα· πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται.
  19. ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δʼ ἴαχε Τεῦκρος,
  20. ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν