Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
- ἀργαλέον, καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις,
- ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστʼ ἀλαπαδνόν;
- ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
- πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
- θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος.
- εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
- αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
- ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
- ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,
- λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
- δούρατα θηγέμεναι, παρά τʼ ἀσπίδας ἄλλα τε πάντα
- εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι [*](Zimmermann, for e)fopli/ssasqai (sith lacuna) of Koechly.) ἅπαντας
- ἀνέρας ἠδʼ ἵππους, οἵ τʼ ἐς πόλεμον μεμάασιν·
- ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης.
- ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο, ᾗχι πάρος περ·
- τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
- ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν·
- κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
- ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.