Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος,
  2. τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
  3. ἡμέας, ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
  4. εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
  5. μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
  6. ἐν πολέμῳ· κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
  7. ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
  8. ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
  9. ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
  10. ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν
  11. ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.
  12. ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
  13. ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
  14. Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
  15. ῥήξῃ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσῃ Ἄρηα
  16. δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
  17. οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
  18. καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ.
  19. καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις,
  20. καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·